Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.61 Joseph. AJ 10.66 (English) >>Joseph. AJ 10.71

10.64οἱ δὲ προθύμως τʼ ἐπῄνεσαν καὶ τὰ παραινεθέντα ὑπὸ τοῦ βασιλέως ποιήσειν ὑπέστησαν θύοντές τε παραχρῆμα καὶ καλλιεροῦντες ἤδη τὸν θεὸν ἱκέτευον εὐμενῆ καὶ ἵλεων αὐτοῖς ὑπάρχειν. 10.65τὸν δὲ ἀρχιερέα προσέταξεν εἴ τι περισσὸν ὑπὸ τῶν προγόνων σκεῦος τοῖς εἰδώλοις καὶ ξενικοῖς θεοῖς κατασταθὲν ἦν ἐν τῷ ναῷ, τοῦτο ἐκβαλεῖν. συναθροισθέντων δὲ πολλῶν καταπρήσας αὐτὰ τὴν σποδὸν αὐτῶν διέσπειρε καὶ τοὺς ἱερεῖς τῶν εἰδώλων οὐκ ὄντας ἐκ τοῦ Ἀαρῶνος γένους ἀπέκτεινε. 10.66

Ταῦτα δὲ ἐν τοῖς Ἱεροσολύμοις διαπραξάμενος ἧκεν εἰς τὴν χώραν καὶ τὰ κατασκευασθέντα ἐν αὐτῇ ὑπὸ Ἱεροβοάμου τοῦ βασιλέως εἰς τιμὴν τῶν ξενικῶν θεῶν ἠφάνισε καὶ τὰ ὀστᾶ τῶν ψευδοπροφητῶν ἐπὶ τοῦ βωμοῦ, ὃν κατεσκεύασε πρῶτος Ἱερόβαμος, κατέκαυσε. 10.67ταῦτα δὲ προφήτην κατελθόντα πρὸς Ἱερόβαμον θυσιάζοντος αὐτοῦ καὶ παντὸς ἀκούοντος τοῦ λαοῦ προκαταγγεῖλαι τὰ γενησόμενα, ὅτι τις ἐκ τοῦ Δαυίδου γένους Ἰωσίας τοὔνομα ποιήσει τὰ προειρημένα. συνέβη δὲ ταῦτα λαβεῖν τέλος μετὰ ἔτη τριακόσια καὶ ἑξηκονταέν. 10.68

Μετὰ δὲ ταῦτα βασιλεὺς Ἰωσίας πορευθεὶς καὶ πρὸς τοὺς ἄλλους τῶν Ἰσραηλιτῶν, ὅσοι τὴν αἰχμαλωσίαν καὶ τὴν δουλείαν τὴν ὑπὸ τῶν Ἀσσυρίων διέφυγον, ἀφεῖναι μὲν τὰς ἀσεβεῖς πράξεις καὶ τὰς τιμὰς τὰς πρὸς τοὺς ἀλλοτρίους θεοὺς ἐγκαταλιπεῖν ἔπεισε, τὸν δὲ πάτριον καὶ μέγιστον θεὸν εὐσεβεῖν καὶ τούτῳ προσανέχειν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.61 Joseph. AJ 10.66 (English) >>Joseph. AJ 10.71

Powered by PhiloLogic